Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.122 Joseph. AJ 11.127 (English) >>Joseph. AJ 11.133

11.125καὶ ἀργύριον καὶ χρυσίον ὅσον ἂν εὑρεθῇ ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένον τῷ θεῷ τοῦτο πᾶν εἰς Ἱεροσόλυμα κομισθῆναι τῷ θεῷ εἰς τὰς θυσίας, πάντα τε, ὅσα βούλει ἐξ ἀργύρου καὶ χρυσοῦ κατασκευάσαι, ποιεῖν ἐξέστω σοι μετὰ τῶν ἀδελφῶν. 11.126καὶ τὰ δεδομένα σοι ἱερὰ σκεύη ἀναθήσεις καὶ ὅσων ἂν ἐπίνοιαν λάβῃς καὶ ταῦτα προσεξεργάσῃ τὴν εἰς αὐτὰ δαπάνην ποιούμενος ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου. 11.127ἔγραψα δὲ καὶ τοῖς γαζοφύλαξιν τῆς Συρίας καὶ τῆς Φοινίκης, ἵνα τῶν ὑπὸ Ἔζδρα τοῦ ἱερέως καὶ ἀναγνώστου τῶν τοῦ θεοῦ νόμων ἐπισταλέντων ἐπιμεληθῶσιν. ὅπως δὲ μηδεμίαν ὀργὴν ἐπʼ ἐμὲ λάβῃ τὸ θεῖον τοὺς ἐμοὺς ἐκγόνους, πάντʼ ἀξιῶ καὶ μέχρι τοῦ πυροῦ κόρων ἑκατὸν ἐπιτελεῖσθαι τῷ θεῷ κατὰ τὸν νόμον. 11.128καὶ ὑμῖν δὲ λέγω, ὅπως τοῖς ἱερεῦσιν καὶ Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ γραμματεῦσιν τοῦ ἱεροῦ μήτε φόρους ἐπιτάξητε μήτε ἄλλο μηδὲν ἐπίβουλον φορτικὸν εἰς αὐτοὺς γένηται. 11.129καὶ σὺ δέ, Ἔζδρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάσωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ τοὺς ἐπισταμένους σου τὸν νόμον, καὶ τοῖς ἀγνοοῦσιν δὲ παρέξεις αὐτὸν μαθεῖν, 11.130ἵνα ἄν τις τῶν ὁμοεθνῶν σου παραβαίνῃ τὸν τοῦ θεοῦ νόμον τὸν βασιλικόν, ὑπόσχῃ τιμωρίαν, ὡς οὐ κατʼ ἄγνοιαν αὐτὸν παραβαίνων, ἀλλʼ ὡς ἐπιστάμενος μὲν τολμηρῶς δὲ παρακούων καὶ καταφρονῶν. κολασθήσονται δʼ ἤτοι θανάτῳ ζημίᾳ χρηματικῇ. ἔρρωσο.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.122 Joseph. AJ 11.127 (English) >>Joseph. AJ 11.133

Powered by PhiloLogic